Ancient Greek
P.Oxy. 4 728
Documentary Papyri, P.Oxy. 4 728
Not analysed yet
ἐκαρπώνησαν Παθώτης καὶ Λίβιος ἀμφότεροι χρηματίζοντες ἐκ μητρὸς Ἁρσεῖτος ἀπὸ κώμης Θώσβεως Διογένει Ἀμόιτος μητρὸς Ἀβεῖτος ἀπὸ τῆς αὐτῆς Θώσβεως ἀφʼ ὧν καὶ αὐτοὶ γεωργοῦσι Ἀπίωνος Ὡρίωνος ἀπʼ Ὀξυρύγχων πόλεως περὶ τὴν αὐτὴν Θῶσβιν ἐκ τοῦ Χαριξείνου κλήρου ἀπὸ ἀρουρῶν εἴκοσι ἐκ τοῦ ἀπὸ ἀπηλιώτου μέρους χόρτου ἀρούρας τρεῖς ἐκ γεωμετρίας ἀργυρίου δραχμῶν διακοσίων ἑβδομήκοντα ἕξ ,ἐπὶ τῷ τὸν κεκαρπωνημένον ἑαυτῷ κόψαι καὶ μετενέγκαι ὅπου ἐὰν αἱρῆται καὶ τὰς τοῦ ἀργυρίου δραχμὰς διακοσίας ἑβδομήκοντα ἓξ μεταβαλέσθαι τῷ προγεγραμμένῳ Ἀπίωνι ὄντι κυρίῳ τοῦ ἐδάφους ἐντὸς Ἐπεὶφ δεκάτης τοῦ ἐνεστῶτος πέμπτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδοῖ τῇ ὡρισμένῃ προθεσμίᾳ ἐκτίσει τὰς τοῦ ἀργυρίου δραχμὰς διακοσίας ἑβδομήκοντα ἓξ σὺν ἡμιολίᾳ καὶ τόκον δραχμιαῖον ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον, τῆς πράξεως οὔσης τῷ Ἀπίωνι ἔκ τε τοῦ Διογένους καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ καρπωνεία. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι κγ. Παθώτης καὶ Λίβιος ἀμφότεροι ἐκ μητρὸς Ἁρσεῖτος κεκαρπωνήκαμεν τῷ Διογένει τὰς τοῦ χόρτου ἀρούρας τρεῖς ἐκ γεωμετρίας φόρου ἀργυρίου δραχμῶν διακοσίων ἑβδομήκοντα ἓξ ὡς πρόκειται. Διονύσιος Διονυσίου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. χρόνος ὁ αὐτός. Ἀπίων Ὡρείωνος Διογένει Ἀμόιτος χαίρειν. ἔσχον παρὰ σοῦ τὰς συνπεφωνημένας ὑπὲρ τιμῆς χόρτου ἀργυρίου δραχμὰς διακοσίας ἑβδομήκοντα ἓξ καὶ οὐδέν σοι ἐνκαλῶ ὡς πρόκειται. ἔτους ε Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ β.