Ancient Greek
P.Oxy. 4 730
Documentary Papyri, P.Oxy. 4 730
Not analysed yet
ἐμίσθωσεν Σαραπίων Ἡρώδου ἀπʼ Ὀξυρύγχων πόλεως Οὐαλερίῳ Ἀπολλωνίου ἀπὸ κώμης Σενέπτα Πέρσῃ τῆς ἐπιγονῆς εἰς τὸ ἐνεστὸς πεντεκαιδέκατον ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῆς ἀναγραφομένης εἰς αὐτὸν βασιλικῆς γῆς ἀρούρας πέντε ἐκ τοῦ Δάμωνος κλήρου, ὥστε ταύτας ξυλαμῆσαι χόρτῳ εἰς κοπὴν καὶ ἐπινομήν, φόρου ἀποτάκτου ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι καὶ σπονδῆς τῶν ὅλων παιδαρίοις δραχμὰς τέσσαρας ἀνκινδύνου παντὸς κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὸν φόρον κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τὸν φόρον τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ ἔτους, ὃ δʼ ἂν προσοφειλέσῃ ὁ μεμισθωμένος ἀποτεισάτω μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ ιθ. Οὐαλέριος Ἀπολλωνίου μεμίσθωμαι τὴν γῆν ……ἀργυρίου δραχμαῶν ἑκατὸν εἴκοσι …ιε ἔτους μίσθωσις ἀρουρῶν ε …Σενέπτα.