Ancient Greek
P.Oxy. 4 731
Documentary Papyri, P.Oxy. 4 731
Not analysed yet
…συμ…η καὶ ο… σιοις τοῦ ἐνάτου καὶ τριακοστοῦ ἔτους Καίσαρος μέχρι Θωὺθ τοῦ τεσσαρακοστοῦ ἔτους Καίσαρος ἐφʼ ᾧ λειτουργήσω ὑμῖν κατὰ μῆνα ἐνάτῃ καὶ δεκάτῃ καὶ Εἰσίοις ἡμέρας δύο καὶ τοῖς ἄστροις Ἥρας τρεῖς ,καὶ ἐφʼ ᾧ ἐάν μου χρείαν ἔχητε παρʼ ἡμέραν δώσετέ μοι ἀργυρίου δραχμὴν μίαν ὀβολοὺς δύο ,μισθοῦ τοῦ ἑσταμένου τὸ ἔτος ἀργυρίου δραχμὰς τεσσαράκοντα ,ἐφʼ ᾧ δώσετέ μοι κατʼ ὀψώνιον ἀργυρίου δραχμὰς δεκατρεῖς δύο ὀβολούς. ἧς ἡμέρας η…ε ἀργήσω ἐκτείσω ἀργυρίου δραχμὴν μίαν δύο ὀβολούς. ἡ ὁμολογία τῆς παραμονῆς ἥδε κυρία ἔστω πανταχῇ ἐπιφερομένη. ἔτους λη Καίσαρος …