Ancient Greek
P.Oxy. 40 2892
Documentary Papyri, P.Oxy. 40 2892colii
Not analysed yet
κη Αὐρηλίῳ Πλουτίωνι γραμματεῖ σιτηρεσίου παρὰ Αὐρηλίου Κοπρέως Θ… μητρὸς Διδύμης ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως. Ὀξυρυγχείτης τυγχάνων καὶ ἐπικριθεὶς ἐπʼ ἀμφόδου Δρόμου Θοήριδος καὶ γενόμενος εἰς τὸ ἐνεστὸς β ἔτος ἐτῶν …ἐκ κλήρου εἰσάγω ἐμαυτὸν ἀντὶ …κλᾶ τοῦ Θέωνος μητρὸς …ὄντος ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου, τετελευτηκότος, καὶ ἀξιῶ δεικνὺς ἐμαυτὸν πολίτην ὄντα μεταλαβεῖν τῆς τοῦ σιτηρεσίου διαδόσεως. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Θὼθ …Αὐρήλιος Κοπρεὺς Θ… ἐπιδέδωκα. Αὐρήλιος Ἡρακλείδης ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Δίδυμος γενόμενος φύλαρχος· οὕτως ἔχει καί ἐστιν αὐτὸς ὁ προκείμενος, ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Σερῆνος ἐπικριτής· οὗτός ἐστιν ὁ ἐπικριθείς, ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Θέων γνωστήρ· οὗτός ἐστιν ὁ διακριθείς, ὃν καὶ γνωρίζω. Αὐρήλιος Σαρᾶς ὁ καὶ Ἰσίδωρος γνωστήρ· οὗτός ἐστιν ὁ διακριθείς, ὃν καὶ γνωρίζω. ἐνετάγη β ἔτους Φαῶφι. Δρόμου Θοήριδος.