Ancient Greek
P.Oxy. 40 2893
Documentary Papyri, P.Oxy. 40 2893coli
Not analysed yet
Αὐρηλίῳ Πλουτίωνι γραμματεῖ σιτηρεσίου παρὰ Αὐρηλίου Ἰσιδώρου Ἀπολ…ιτος μητρὸς …τῆς καὶ Διδύμης ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως. ἀναγραφόμενος ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου ἐπικριθεὶς καὶ γενόμενος εἰκοσαετὴς πρὸς τὸ ἐνεστὸς β ἔτος εἰσάγω ἐμαυτὸν ἐκ κλήρου λαχὼν ἀντὶ Κτίστου τοῦ καὶ Ἀμμωνίου Ἡρακλείδου τοῦ Πινδάρου μητρὸς Θαήσιος τετελευτηκότος καὶ ἀξιῶ ἀναλημφθῆναι πρὸς τὸ μετασχεῖν τῆς τοῦ σιτηρεσίου δωρεᾶς. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ κη …