Ancient Greek
P.Oxy. 40 2894 col. 2
Documentary Papyri, P.Oxy. 40 2894col2
Not analysed yet
…Αὐρηλίῳ Πλουτίωνι γραμματεῖ σιτηρεσίου …παρὰ Αὐρηλίου Σαραπίωνος Ἔρωτος τοῦ …μητρὸς …ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως. ἀναγραφόμενος ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου ἐπικριθεὶς τῷ ια ἔτει καὶ γενόμενος πρὸς τὸ ἐνεστὸς β ἔτος ἐτῶν κ καὶ ἐκ τοῦ γενομένου κλήρου κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ ἐπίλογχος λαχὼν χώρας παραπεσούσης εἰσάγω ἐμαυτὸν ἀντὶ Θέωνος Διοσκουρίδου τοῦ Θεοξένου μητρὸς Θεωνίδος τῆς καὶ Ἀρσινόης ὄντος ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου τετελευτηκότος, καὶ ἀξιῶ ἐνταγῆναι πρὸς τὸ καὶ ἐμὲ μετασχεῖν τῆς τοῦ σιτηρεσίου δωρεᾶς. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Τῦβι ιθ. Αὐρήλιος Σαραπίων Ἔρωτος ἐπιδέδωκα. Αὐρήλιος Ἡρακλῆς ὁ καὶ Δημήτριος Σαραπίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Σερῆνος ἐπικριτής· οὗτός ἐστιν ὁ ἐπικριθεὶς ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Βησάμμων καὶ οἱ σὺν ἐμοὶ χειροτονηταί· οὗτός ἐστι ὁ προκείμενος ὁ διακριθεὶς καὶ ἀναγορευθεὶς ὑπήκουσε. Αὐρήλιος Θέων γνωστήρ· οὗτός ἐστιν ὁ διακριθεὶς ὃν γνωρίζω. Αὐρήλιος Ἀντώνιος γνωστήρ· οὗτός ἐστιν ὁ διακριθεὶς ὃν καὶ γνωρίζω.