Ancient Greek
P.Oxy. 40 2894 col. 3
Documentary Papyri, P.Oxy. 40 2894col3
Not analysed yet
Αὐρηλίῳ Πλουτίωνι γραμματεῖ σιτηρεσίου παρὰ Αὐρηλίου Ἀβινούνιος Ἀμμωνίου τοῦ Διδύμου μητρὸς Ταύριος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως. ἀναγραφόμενος ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου ἐπικριθεὶς τῷ ια ἔτει καὶ γενόμενος πρὸς τὸ ἐνεστὸς β ἔτος ἐτῶν κ καὶ ἐκ τοῦ γενομένου κλήρου κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ ἐπίλογχος λαχὼν χώρας παραπεσούσης εἰσάγω ἐμαυτὸν ἀντὶ Τρύφωνος Ἀπολλωνίου τοῦ Ἀπολλωνίου μητρὸς Ξεναρχίδος ὄντος ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου, τετελευτηκότος, καὶ ἀξιῶ ἐνταγῆναι πρὸς τὸ καὶ ἐμὲ μετασχεῖν τῆς τοῦ σιτηρεσίου δωρεᾶς. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Μεχείρ Αὐρήλιος Ἀβινοῦνις ἐπιδέδωκα. Αὐρήλιος Θῶνις ὁ καὶ Ἀχιλλᾶς Σαραπίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Σερῆνος ἐπικριτής· οὗτός ἐστιν ὁ ἐπικριθεὶς ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Βησάμμων καὶ οἱ σὺν ἐμοί …