Ancient Greek
P.Oxy. 40 2895 col. 2
Documentary Papyri, P.Oxy. 40 2895colii
Not analysed yet
…παρὰ Αὐρηλίου Πεκυσίου Σαραπίωνος τοῦ …μητρὸς Θεωνίδος …ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως. μητροπολίτης ὢν καὶ ἐπικριθεὶς καὶ ἀναγραφόμενος ἐπʼ ἀμφόδου Τεμιούθεως ἀκολούθως ᾗ ἐπήνεγκα ἐπικρίσει τῷ ια ἔτει καὶ ταχθεὶς ὑπὸ τοῦ τοῦ ἡμετέρου ἀμφόδου φυλάρχου διὰ τῶν ὑπʼ αὐτοῦ ἐπιδοθέντων βιβλίων ἐν τάξει ……ων κατὰ πλάνην ……εως υπ… …καὶ χώραν ἔχων ἀντὶ …ιου Κλαυδίου ……κ… τετελευτηκότος εἰσάγω ἐμαυτὸν πρὸς τὸ καὶ ἐμὲ μετασχεῖν τῆς τοῦ σιτηρεσίου δωρεᾶς. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Τῦβι ιθ. Αὐρήλιος Πεκύσιος Σαραπίωνος ἐπιδέδωκα. Αὐρήλιος Ἀμυντιανὸς γενόμενος φύλαρχος· ἔστιν ὁ πρ… …γνω…εις ἐπι…