Ancient Greek
P.Oxy. 40 2895 col. 1
Documentary Papyri, P.Oxy. 40 2895coli
Not analysed yet
……ἐπικριθεὶς ἐπὶ τοῦ προκειμένου ἀμφόδου καὶ ὢν πρὸς τὸ ἐνεστὸς β ἔτος ἐτῶν κ καὶ ταχθεὶς ἐν τοῖς χλαμυδοφορεῖν μέλλουσι χώραν τε ἔχων ἐκ κλήρου εἰσάγω ἐμαυτὸν ἀντὶ Χαιρήμονος τοῦ καὶ Βησάμμωνος τετελευτηκότος καὶ ἀξιῶ μετασχεῖν τῆς τοῦ σιτηρεσίου διαδόσεως. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ. Αὐρήλιος Ἡρᾶς ἐπιδέδωκα. Τ…κλ…ι ων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Αὐρήλιος Σερῆνος ἐπικριτής· οὗτός ἐστιν ὁ ἐπικριθείς, ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Θέων ὁ καὶ …ιανὸς γνωστήρ· οὗτός ἐστιν ὁ προκείμενος ὁ διακριθείς, ὃν καὶ γνωρίζω. Αὐρήλιος …ρίων γνωστήρ· οὗτός ἐστιν ὁ προκείμενος ὁ διακριθείς, ὃν καὶ γνωρίζω. …απο…