Ancient Greek
P.Oxy. 40 2898
Documentary Papyri, P.Oxy. 40 2898
Not analysed yet
…ἐπεκρίθη ιη Καλπουρνίῳ Ὡρίωνι τῷ κρατίστῳ ὑπομνηματογράφῳ βουλευτῇ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων παρὰ Αὐρηλίου Μέλανος Ἡρακλείδου τοῦ Ἀμμωνίου τοῦ καὶ Διογένους μητρὸς Θαήσιος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως. προσβὰς καὶ ἐπικριθεὶς ἐπʼ ἀμφόδου Μυροβαλάνου καὶ ἐνταγεὶς τοῖς ἐπιδοθεῖσι πρὸς τὸ ἱερὸν σιτηρέσιον ὑπὸ τοῦ φυλάρχου κατʼ ἄνδρα βιβλίοις, ἐν δὲ τῇ διακρίσει τασσόμενος οὐ δεδύνημαι τὰς τοῦ γένους μου ἀποδείξεις παρασχέσθαι· ἀναγκαίως νῦν παρέχων τῆς ἐπικρίσεως τὸ σύμβολον καὶ τοῦ γένους τὰς ἀποδείξεις ἐπιδίδωμι τάδε τὰ βιβλία καὶ ἀξιῶ καὶ αὐτὸς μετασχεῖν τῆς τοῦ σίτου δωρεᾶς ἐπικριθεὶς τῷ ιε ἔτει κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ πρὸς ἴσον τῶν ὁμοίων μοι. διευτύχει. ἔτους α Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλλάθου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων …Αὐρήλιος Μέλας Ἡρακλείδου ἐπιδέδωκα. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. …