Ancient Greek
P.Oxy. 40 2899
Documentary Papyri, P.Oxy. 40 2899
Not analysed yet
…Αὐρηλίῳ Ἀχιλλεῖ …νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος τῷ κρατίστῳ ὑπομνηματογράφῳ καὶ τοῖς αἱρεθεῖσι ὑπὸ τῆς κρατίστης βουλῆς διακριταῖς παρὰ Αὐρηλίου Λογγείνου Θέωνος τοῦ Θέωνος μητρὸς Διογενίδος ἀπʼ Ὀξυρύγχων πόλεως τῆς λαμπρᾶς. ἐπικριθεὶς ἐπʼ ἀμφόδου Κρητικοῦ ἐπὶ τοῦ δ ἔτους …Ἀλεξάνδρου βασιλείας ἀπόδημος τυνχάνων καὶ παρείθην κατʼ ἄγνοιαν ὑπὸ τοῦ φυλάρχου. ἐπεὶ οὖν ἔδοξεν ἐν τῇ κρατίστῃ βουλῇ ὥστε τοὺς ἔχοντάς τι δίκαιον τοῦτο ἐντὸς τῆς τριμήνου παραθέσθαι πρὸς τὸ διακριθέντος τοῦ πράγματος ἐπανορθώσεως τυχεῖν, ἐπιδίδωμι ταύτην τὴν ἀξίωσιν ὅπως κελεύσητε τῷ φυλάρχῳ τοῦ δηλουμένου ἀμφόδου ἐφʼ οὗ καὶ ἐλειτούργησα καὶ τὸ ἡμέτερον ὄνομα ἐν τοῖς ἀναγορευομένοις …