Ancient Greek
P.Oxy. 40 2902
Documentary Papyri, P.Oxy. 40 2902
Not analysed yet
…καὶ ἐπικριθεὶς τῷ α ἔτει …ἐτῶν ἑκκαίδεκα ταγείς τε διὰ τοῦ ἐπιδοθέντος ὑπὸ τοῦ τοῦ προκειμένου ἀμφόδου φυλάρχου πρὸς τὴν τῶν ἑκκαιδεκαετῶν σιτοδοσίαν ἐν τῇ τῶν ἐπικεκριμένων τάξει καὶ μέχρι δεῦρο μὴ ὑπακούσας τῷ ἐπὶ τῆς ἀλλοδαπῆς ἀναγκαίας χρείας χάριν παρεστρατεῦσθαι, νῦν ἀφιγμένος καὶ ἐπιδεικνὺς τήν τε ἐπίκρισίν μου καὶ δηλῶν τὸ ἐντετάχθαι με διὰ τῶν βιβλίων ὡς προεῖπον, ἀξιῶ καὶ αὐτὸς πολίτης ὢν καὶ αὐθιγενής, ἐπιδιδοὺς ἅμα τάδε τὰ βιβλία, καθʼ ὁμοιότητα τῶν ἀπὸ τοῦ τῶν ἐπικεκριμένων τάγματος μετασχεῖν τῆς τοῦ σιτηρεσίου δωρεᾶς. διευτύχει. ἔτους γ Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Γουνθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ. Παῦνι λ. Αὐρήλιος Σερῆνος ἐπικριτής· οὗτός ἐστιν ὁ ἐπικριθείς, ὃς καὶ ἀναγορευθεὶς ὑπήκουσεν. Αὐρήλιος Σιλβανὸς γνωστήρ· γνωρίζω τὸν προκείμενον οὕτως ἔχοντα καὶ αὐτός ἐστιν ὁ διακριθεὶς καὶ ἐπὶ τῆς ἀναγορίας ὑπήκουσεν.