Ancient Greek
P.Oxy. 40 2903
Documentary Papyri, P.Oxy. 40 2903
Not analysed yet
Καλπουρνίῳ Ὡρίωνι τῷ κρατίστῳ ὑπομνηματογράφῳ παρὰ Αὐρηλίου Σαραπίωνος …τοῦ Πτολεμαίου μητρὸς Θαήσιος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχειτῶν πόλεως. προσβὰς καὶ ἐπικριθεὶς ἐπʼ ἀμφόδου Ἑρμαίου τῷ ιγ ἔτει τῆς Γαλλιηνοῦ βασιλείας ταγείς τε διὰ τοῦ ἐπιδοθέντος ὑπὸ τοῦ τοῦ προκειμένου ἀμφόδου φυλάρχου βιβλίου καὶ ἐν τῇ γενομένῃ τότε τῶν ὁμοίων μου ἀναγορείᾳ ἐτύγχανον ἐν ἀποδημίᾳ ὤν, νῦν γοῦν παραγενόμενος σημαίνω ἐμαυτὸν καὶ ἀξιῶ μετασχεῖν καὶ αὐτὸς τῆς τοῦ σιτηρεσίου δωρεᾶς κατʼ ἴσον τῶν ὁμοίων μου κατὰ τὰ δόξαντα τῇ κρατίστῃ βουλῇ. διευτυχει. ἔτους …Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …