Ancient Greek
P.Oxy. 40 2904
Documentary Papyri, P.Oxy. 40 2904
Not analysed yet
λιτουργ Αὐρηλίῳ Εὐδαίμονι τῷ καὶ Ἑλλαδίῳ ἄρξαντι βουλευτῇ Ἀλεξανδρείας καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Ἀπολλωνίου καὶ ὡς χρηματίζω μητρὸς Ταμόιτος. δόξαντος ἐν τῇ κρατίστῃ βουλῇ ὥστε τοὺς λελειτουργηκότας μετασχεῖν τῆς τοῦ σίτου δωρεᾶς καὶ αὐτὸς λειτουργῶν ἐπὶ τοῦ λειτουργοῦντος τῷ ἐνεστῶτι β ἔτει καὶ ε ἔτει ἀμφόδου Ποιμενικῆς δημοσίαν ὀνηλασίαν τῆς μητροπόλεως ἀξιῶ καὶ ἐπʼ ἐμοῦ τὰ δεδογμένα φυλαχθῆναι καὶ τῆς τοῦ σίτου δόσεως ἐν τῇ τῶν ὁμοίων τάξει μετασχεῖν. διευτύχει. ἔτους β Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ ἔτους ε Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλάθου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων Φαρμοῦθι κβ. Αὐρήλιος Ἀπολλώνιος ἐπιδέδωκα. Αὐρήλιος Διοσκουρίδης ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. …Φαρμοῦθι