Ancient Greek
P.Oxy. 40 2915
Documentary Papyri, P.Oxy. 40 2915
Not analysed yet
τῷ κρατίστῳ Ἀχιλλεῖ παρὰ Αὐρηλίου Κερδάμμωνος Ἀμμωνίου Νεοκοσμίου τοῦ καὶ Ἀλθαιέως. λειτουργήσας ἐν τῷ ιγ ἔτει ἐπʼ ἀμφόδου Μυροβαλάνου ἀξιῶ καὶ αὐτὸς εὐεργετηθῆναι καὶ ἐνταγῆναι τῇ τοῦ σιτηρεσίου γραφῇ κατʼ ἴσον τῶν ὁμοίων καὶ ὑπὸ σοῦ εὐεργετηθέντων. ἔστι δέ· ἐκ προσαγγέλματος ιγ ἔτους Ἀμυντιανοῦ τοῦ καὶ Ἀπίωνος εἰς ὀνηλασίαν ἀντὶ Εὐδαίμονος Σαραπίωνος Κερδάμμων Ἀμμωνίου Νεοκόσμιος ὁ καὶ Ἀλθαιεὺς εἰς χώρας γ. καὶ ἐκ γραφῆς Ῥωμαίων καὶ Ἀλεξανδρέων τοῦ αὐτοῦ ιγ ἔτους οὕτως. προσγίνεται τῷ ιγ ἔτει Μυροβαλάνου Κερδάμμων Ἀμμωνίου Νεοκόσμιος ὁ καὶ Ἀλθαιεύς. διευτύχει.