Ancient Greek
P.Oxy. 40 2916
Documentary Papyri, P.Oxy. 40 2916
Not analysed yet
……υπεταξα …δ Αὐρηλίωι Πλουτίωνι γραμματεῖ σιτηρεσίου παρὰ Αὐρηλίου Ἀπολλωνίου τοῦ καὶ Νεμεσι… Σαραπίωνος καὶ ὡς χρηματίζω. Ἀλεξανδρεὺς τυγχάνων καὶ ἐφέστιον α…ος οἰκίαν ἐνταῦθα ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρύγχων πόλει καὶ δεδογμένου ἐν τῇ αὐτῇ ἐνταῦθα κρατίστῃ βουλῇ ὥστε τοὺς Ἀλεξανδρεῖς μεταλαβεῖν τῆς τοῦ σίτου δωρεᾶς καὶ αὐτὸς τὴν ἑστίαν ἔχων ἐπʼ ἀμφόδου Βορρᾶ Δρόμου τὴν ἀξίωσιν ταύτην προσάγω ὑποτάξας ἅμα καὶ τοῦ ἐφεστίου τὸ ἀντίγραφον ἵνα κατʼ ἀκολουθίαν τῶν ὁμοίων μοι καὶ αὐτὸς μεταλάβω τῆς τοῦ σιτηρεσίου δωρεᾶς. διευτύχει. ἔτους …Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιττίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Ἰουλίου Αὐρηλίου …