Ancient Greek
P.Oxy. 41 2954
Documentary Papyri, P.Oxy. 41 2954
Not analysed yet
…το… …ει… …ι… …νε… …χρη…να… …μειου κ…ι… …γουμεν ὁ του…ους …δείξῃς οὐκ ἐλάσσονα …υσυκοφαντηκεναι …φεντων τιμωρία …ἐν Ἀλεξανδρείᾳ …Γάιος Ἀουίδιος Ἡλιόδωρος ἔπαρχος Αἰγύπτου λέγει. ὁρῶ πολλοὺς ἐντυγχάνοντάς μοι περὶ τῶν πιπρασκομένων κοινωνιμαίων κτημάτων ἄνευ τῆς τῶν κοινωνῶν γνώμης. εἰ μὴ πρότερον διὰ μεταδοσίμων μεταδῷ τοῖς μὲν κοινωνοῖς ἐν ἡμέραις ἑξήκοντα ,τοῖς δὲ γείτοσι ἐν ἡμέραις τριάκοντα ,ὃς ἐὰν πωλήσῃ μὴ μεταδοὺς αὐτοῖς στερηθήσεται καὶ τῆς τιμῆς χωρὶς τοῦ ἐπιπληχθῆναι. ἔτους κα Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Θὼθ ι. ……ος στρατηγ ……ρ… Ἀμμωνι…αμ…πεμφθη… …α …ει…ων αἰτιῶνται …Διονύσιον Ἑλληνίωνος …αντα καὶ αν…εισαν… πρὸς Δημητρίαν Ἀνδρομάχου αν…υτου μέρος πατρῴας οἰκίας ἥν φησιν κοινὴν καὶ ἀδιαίρετον εἶναι ἀποδεδόσθαι αὐτῷ τοῦ τοιούτου κεκωλυμένου, φρόντισον τὴν τιμὴν ἣν καλῇ πίστει ὁ Διονύσιος ἐξοδιάζειν ἔμελλεν ἀριθμοῦντι τῷ Ἀμμωνίῳ παραδοθῆναι τὸ μέρος. καὶ τὰ ἑξῆς …