Ancient Greek
P.Oxy. 41 2955
Documentary Papyri, P.Oxy. 41 2955dupl
Not analysed yet
ἐξ ὑπομνηματισμοῦ Βασιλιανοῦ ἡγεμονεύσαντος. ἔτους α Μάρκου Αὐρηλίου Ἀντωνίνου, Φαρμοῦθι ια. Θέων ῥήτωρ εἶπεν. …Σαραπιακὸν λέγω. Νεμεσίων ῥήτωρ εἶπεν· παραγράφομαι εἰ τὴν ἔκκλητον λέγεις δίκην …μεν ἐκείνη ὁ ἀρχιδικαστὴς παρέδωκεν ἡμῖν τὰ ὑπάρχοντα. οὐκ ἐξεκαλέσατο ἐπὶ τὸν ἀρχιδικαστὴν ἀκολούθως οἷς ἀπεφήνατο. μεθʼ ἕτερα. Θέων ῥήτωρ εἶπεν· δημόσιον …βιβλιοφύλακές μοι συνεχρημάτισαν …θα…ν καταλαβόντι τὸν πο… τα τὴν πρα…ν ταῦτα γέγονεν. Σαραπιακὸς εἶπεν· οὐκ ἀπεγράψατο. Κλεάνθης ῥήτωρ εἶπεν· …τὰ ὑπάρχοντα ταῦτα δήλωσον. Σαραπιακὸς εἶπεν· ἐγὼ ἠγόρασα. Νεμεσίων ῥήτωρ εἶπεν· τα… …κέλευσον καταχωρίζεσθαι ἐπὶ τῶν τόπων ἵνα εἰδῶσιν. Βασιλιανὸς εἶπεν· …λεις …ῥήτωρ εἶπεν· τὰ κεκριμένα ἀναγινώσκω. ……ποτινος. Κλεάνθης ῥήτωρ εἶπεν· ὅτι ἐκεῖ πρῶτον κατέλαβον… …ουτον κύριον εἶναι δεῖ. Θέων ῥήτωρ εἶπεν· εἰ προέλαβον ε ……πόλει. Βασιλιανὸς εἶπεν· τῷ ἑνδεκάτῳ ἔτει ἐωνήσατο ὁ Χρ…ουλος …Νεμεσίων ῥήτωρ εἶπεν· ὡς εὔχεται οὐ κατεχωρίσθη τῷ ια ἔτει. Βασιλιανὸς σκεψάμενος μετὰ τῶν ἐν τῷ συμβουλίῳ Σαραπιακῷ εἶπεν· κατεχώρισαν ἐν τῇ λαμπροτάτῃ …σοι ἀγωγὰς εἴ τινας ἔχεις πρὸς τοὺς κληρονόμους τοῦ Χρ…ουλου …δικαίως ἐξεκαλέσατο. Κλεάνθης ῥήτωρ εἶπεν· τὸ διεγγύημα κέλευσον λυθῆναι. Βασιλιανὸς εἶπεν· δικαίως ἐξεκαλέσατο. λέλυται τὸ διεγγύημα.