Ancient Greek
P.Oxy. 41 2963
Documentary Papyri, P.Oxy. 41 2963
Not analysed yet
Τααμεννεῦς Ἀνουβίωνος μητρὸς Ἁρσῆτος μετὰ κυρίου τοῦ υἱοῦ Ἀνουβᾶτος Θέωνος ἀπὸ Τήεως Αἰλίωι Ἀφροδισίῳ στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. ἀπέσχον παρὰ Σαραπίωνος καὶ μετόχων δημοσίων τραπεζιτῶν τὰς ἐπισταλείσας μοι ὑπό τε σοῦ καὶ Σερήνου τοῦ καὶ Σαραπίωνος βασιλικοῦ γραμματέως ὑπὲρ τιμῆς πυροῦ συναγοραστικοῦ οὗ ἐμέτρησα διὰ σιτολόγων Θμοισεφὼ τοπαρχίας Τήεως τόπων γ λόγου κολλήματος νβ ὑπὲρ τῆς αὐτῆς Τήεως ἀρτάβας ε 𐅵η ὡς τῆς ἀρτάβης α δραχμῶν η ἀκολούθως τοῖς ὑπὸ Μουνατίου Φήλικος τοῦ κρατίστου …