Ancient Greek
P.Oxy. 41 2964
Documentary Papyri, P.Oxy. 41 2964
Not analysed yet
Σινθῶνις Ἀμμωνίου διὰ Ποκωοῦτος τοῦ καὶ Ἀπολλωνίου ἀνδρὸς ἀπʼ Ὀξυρύγχων πόλεως Σαραπίωνι καὶ μετόχοις δημοσίων τραπεζίταις χαίρειν. ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Αἰλίου Ἀφροδεισίου στρατηγοῦ καὶ Σερήνου τοῦ καὶ Σαραπίωνος βασιλικοῦ γραμματέως ὑπὲρ τιμῆς πυροῦ συναγοραστικοῦ γενήματος ιϛ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου οὗ ἐμέτρησα διὰ σιτολογίας ἄνω τοπαρχίας Μονίμου τόπων ε λόγου κολλήματος ιγ ἀρτάβας ι ὡς τῆς ἀρτάβης δραχμῶν ὀκτὼ τὰς συναγομένας δραχμὰς ὀγδοήκοντα, γίνονται δραχμαὶ π. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ κα. Σινθῶνις Ἀμμωνίου ἔσχον διὰ Ποκωοῦτος τοῦ καὶ Ἀπολλωνίου ἀνδρὸς τὰς δραχ …