Ancient Greek
P.Oxy. 41 2965
Documentary Papyri, P.Oxy. 41 2965
Not analysed yet
Σινθῶνις Ἀμμωνίου διὰ Ποκωοῦτος τοῦ καὶ Ἀπολλωνίου ἀνδρὸς ἀπʼ Ὀξυρύγχων πόλεως Αἰλίῳ Ἀφροδεισίῳ στρατηγῷ χαίρειν. ἀπέχω παρὰ Σαραπίωνος καὶ μετόχων δημοσίων τραπεζιτῶν τὰς ἐπισταλείσας μοι ὑπὸ σοῦ καὶ Σερήνου τοῦ καὶ Σαραπίωνος βασιλικοῦ γραμματέως ὑπὲρ τιμῆς πυροῦ συναγοραστικοῦ γενήματος ιϛ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου οὗ ἐμέτρησα διὰ σιτολογίας ἄνω τοπαρχίας Μονίμου τόπων ε λόγου κολλήματος ιγ ἀρτάβας ι ὡς τῆς ἀρτάβης δραχμῶν ὀκτὼ τὰς συναγομένας δραχμὰς ὀγδοήκοντα, γίνονται δραχμαὶ π. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ κα. Σινθῶνις Ἀμμωνίου ἔσχον διὰ Ποκωοῦτος τοῦ καὶ Ἀπολλωνίου ἀνδρὸς τὰς δραχμὰς ὀγδοήκοντα .