Ancient Greek
P.Oxy. 41 2967
Documentary Papyri, P.Oxy. 41 2967
Not analysed yet
Φαμενὼθ ια δραχμαὶ οη τετρώβολον. Ἀχιλλᾶς Σενθέως τοῦ …μητρὸς Ταηοῦτος ἀπὸ κώμης …ε… Αἰλίωι Ἀφροδισίῳ στρατηγῷ χαίρειν. ἀπέχω παρὰ Σαραπίωνος καὶ μετόχων δημοσίων τραπεζιτῶν τὰς ἐπισταλείσας μοι ὑπὸ σοῦ καὶ Σερήνου τοῦ καὶ Σαραπίωνος βασιλικοῦ γραμματέως ὑπὲρ τιμῆς πυροῦ συναγοραστικοῦ οὗ ἐμέτρησα διὰ σιτολόγων μέσης τοπαρχίας Σκὼ τόπων δ λόγου κολλήματος λζ ἀρτάβας θ 𐅵δ χοίνικας δ ὡς τῆς ἀρτάβης δραχμῶν η ἀκολούθως τοῖς κελευσθεῖσι τὰς συναγομένας ἀργυρίου δραχμὰς ἑβδομήκοντα ὀκτὼ τετρώβολον, γίνονται δραχμαὶ οη τετρώβολον πλήρεις. ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαμενὼθ ζ. Ἀχιλλᾶς Σενθέως ἀπέχω τὰς δραχμὰς ἑβδομήκοντα ὀκτὼ τετρώβολον πλήρης ὡς πρόκειται.