Ancient Greek
P.Oxy. 41 2968
Documentary Papyri, P.Oxy. 41 2968
Not analysed yet
Θαισοῦς Διονυσίου τοῦ Θέωνος μητρὸς Ταυσοράπιος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου Σεύθου Ἀμμωνᾶτος τοῦ Διονυσίου μητρὸς Πτολέμας ἀπὸ τῆς αὐτῆς πόλεως Ἡρακλείδῃ καὶ μετόχοις δημοσίων τραπεζίταις χαίρειν. ἀπέσχον παρʼ ὑμῶν τὰς ἐπισταλείσας μοι ὑπὸ Σαραπίωνος στρατηγοῦ καὶ Σαραπανούβιδος βασιλικοῦ γραμματέως ὑπὲρ τιμῆς πυροῦ συναγοραστικοῦ κελευσθέντος ὑπὸ Τινηίου Δημητρίου τοῦ λαμπροτάτου ἡγεμόνος συνωνηθῆναι ἀπὸ γενήματος τοῦ διελθόντος λ ἔτους οὗ ἐμέτρησα διὰ σιτολογίας ἄνω τοπαρχίας Ἐντείεως η λόγου κολλήματος α. Ἰέμη ἀρτάβας α 𐅵χοίνικα α, Σερύφεως ἀρτάβας β 𐅵η, Πακέρκη ἀπηλιώτου ἀρτάβην α, Ἰώνθεως χοίνικας η, καὶ ὑπὲρ Διδυμαρίου Ἰσιδώρου Ἰέμη ἀρτάβην α …