Ancient Greek
P.Oxy. 41 2969
Documentary Papyri, P.Oxy. 41 2969
Not analysed yet
τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ. Διοσκουρίδῃ λογιστῇ Ὀξυρυγχείτου παρὰ Τιμοθέου χαλκοτύπου καὶ Εὐπορίωνος ὀθονιακοῦ καὶ Μώρου ἀναγνώστου, πάντων ἀπὸ τῆς αὐτῆς πόλεως, καὶ τῶν μετόχων. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν ἀνικήτων βασιλέων πᾶσαν ἐπιμέλειαν καὶ ὑπηρεσίαν καὶ τοὺς συνήθεις ποτισμοὺς ἀδιαλείπτως ἐπάναγκες ποιήσασθαι τῆς ἐκ μείζονος προστάξεως νεωστὶ κατατεθείσης περσίας πρὸς τοῖς ἡμετέροις οἴκοις ἐπὶ τῆς δημοσίας πλατείας πρὸς τὸ ζωογονεῖν καὶ εὐθαλεῖν διὰ παντός, ἔτι τε καὶ τὴν τήρησιν καὶ παραφυλακὴν τῆς περιβολῆς τῆς ἀνοικοδομῆς τῆς αὐτῆς περσίας ποιήσασθαι …Τιμόθεος ἐπιδεδώκαμεν. …Ἀπίωνος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Εὐπορίων ἐπιδεδώκαμεν. Μῶρος ἐπιδεδώκαμεν. Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ βεβλαμμένου τὰς ὄψεις. οἰκόπεδα Μώρου ἀναγνώστου. ἡ περσία ιζ …