Ancient Greek
P.Oxy. 41 2973
Documentary Papyri, P.Oxy. 41 2973
Not analysed yet
Ἰσιδώρωι ἱερεῖ καὶ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Ἀθηναροῦτος τῆς Εὐνόμου τοῦ …μου τῶν ἀπὸ κώμης Τόκα τῆς μέσης τοπαρχίας τοῦ Ὀξυρυγχείτου νομοῦ μετὰ κυρίου τοῦ υἱοῦ Ἑρμαίου τοῦ Πετσείριος τῶν ἀπὸ τῆς μητροπόλεως τοῦ αὐτοῦ Ὀξυρυγχείτου νομοῦ καὶ παρὰ Ὡρίωνος τοῦ Ὀρσενούφιος τοῦ …κ…οῦτος τῶν ἀπὸ τῆς αὐτῆς μητροπόλεως. συγχωρεῖ ὁ Ὡρίων μεμισθῶσθαι παρὰ τῆς Ἀθηναροῦτος ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος ἑβδόμου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ σπόρους καὶ καρποὺς δύο τῆς ὑπαρχούσης τῷ ἑτέρῳ αὐτῆς μὲν υἱῷ τοῦ δὲ Ἑρμαίου ὁμομητρίῳ ἀδελφῷ Συνίστορι Συνίστορος περὶ τὴν προγεγραμμένην κώμην Τόκα ἐκ τοῦ Καλλιμάχου σὺν τῷ Βακχίου κλήρῳ ὑπὸ μίαν σφραγῖδα σιτικῆς ἀρούρης μιᾶς ἡμίσους τετάρτου ,ἐκφορίου τοῦ ἑσταμένου κατʼ ἐνιαυτὸν ἕκαστον πυροῦ ἀρταβῶν ἕξ ,τὰς δὲ ἐπὶ τὸ αὐτὸ τῶν δύο ἐτῶν πυροῦ ἀρτάβας δεκαδύο αὐτόθεν ἀπέσχηκεν ἡ Ἀθηναροῦς παρὰ τοῦ Ὡρίωνος, ἔτι δὲ ἀπέσχηκεν ἡ αὐτὴ Ἀθηναροῦς παρὰ τοῦ αὐτοῦ Ὡρίωνος διὰ χειρὸς καὶ τῶν ἐκκεκομμένων ἐκ τῆς μιᾶς ἡμίσους τετάρτου ἀρούρης ἐρικίνων ξύλων τὴν τιμὴν τὰς συμπεφωνημένας ἀργυρίου δραχμὰς τεσσαράκοντα ὀκτώ ,τῶν ὑπὲρ τῆς μιᾶς ἡμίσους τετάρτου ἀρούρης τελουμένων κατʼ ἔτος δημοσίων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν ὄντων πρὸς τὸν Ὡρίωνα ὧν καὶ τὰ σύμβολα τῶν δύο ἐτῶν ἀναδώσει ὁ Ὡρίων τῇ Ἀθηναροῦτι τῷ Καισαρείῳ μηνὶ τοῦ εἰσιόντος ὀγδόου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ. ἐπὶ τούτοις αὐτὸν Ὡρίωνα ἀντέχεσθαι τῆς μισθώσεως ἐπὶ τὸν χρόνον, ἑαυτῷ παρεχόμενον σπέρματα καὶ ζεύγη καὶ τὰ ἄλλα τὰ πρὸς τὴν γεωργίαν ἀνήκοντα πάντα, ποιούμενος τῶν ἐδαφῶν τὰ καθήκοντα ἔργα πάντα ὡς ἐπιβάλλει, καὶ τοῦ χρόνου πληρωθέντος παραδοῦναι αὐτὸν τὴν μίαν ἥμισυ τέταρτον ἄρουραν ἀπὸ σιτοσπορίας καὶ καθαρὰν ἀπὸ πάσης χ…οποιοῦ δείσης, καὶ τὴν δὲ Ἀθηναροῦν βεβαίαν αὐτῷ καὶ ἀναφαίρετον παρασχέσθαι τὴν μίσθωσιν ἐπὶ τὸν χρόνον ἢ ἐκτίνειν τῷ Ὡρίωνι τά τε βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καθάπερ ἐκ δίκης, μὴ ἐλαττουμένου τοῦ Ὡρίωνος ὑπὲρ ὧν προφέρεται ὀφείλεσθαι αὐτῷ ὑπὸ τοῦ μετηλλαχότος τοῦ Συνίστορος πατρὸς Συνίστορος κατὰ δημόσιον χρηματισμὸν ἀργυρίου δραχμῶν διακοσίων ἑξήκοντα ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις, μηδὲν ἧσσον κυρίων ὄντων τῶν συνκεχωρημένων. ἀξιοῦμεν. Δωρίων κατακεχώρισται. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, μηνὸς Σεβαστοῦ κζ Σεβαστῇ. ……ζ ἔτους …