Ancient Greek
P.Oxy. 41 2974
Documentary Papyri, P.Oxy. 41 2974
Not analysed yet
ἐμίσθωσεν Σαραπᾶς Πτολλᾶτος μητρὸς Φιλουμένης ἀπὸ Ὀξυρύγχων πόλεως Ἀμόιτι χρηματίζοντι μητρὸς Τααμόιτος ἀπὸ Ταμπέμου πρὸς μόνον τὸ ἐνεστὸς γ ἔτος Αὐρηλίων Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἃς καὶ αὐτὸς τυγχάνει ἔχειν ἐν μισθώσει παρὰ Διδύμου Θέωνος τῶν γεγυμνασιαρχηκότων καὶ τῆς ἀδελφῆς περὶ τὸ Σατύρου ἐποίκιον ἀρούρας δύο δίμοιρον ὥστε ταύτας ξυλαμῆσαι χόρτῳ εἰς κοπὴν καὶ ἐπινομήν, φόρου ἀποτάκτου δραχμῶν ἑκατόν . ἀκίνδυνος ὁ φόρος παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὸν φόρον κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τῷ μεμισθωκότι τὸν φόρον τῷ Ἐπεὶφ μηνὶ καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Θὼθ ιβ. Ἀμόις μητρὸς Τααμόιτος μεμίσθωμαι τὴν γῆν πρὸς τὸ ἐνεστὸς ……σω…