Ancient Greek
P.Oxy. 41 2979
Documentary Papyri, P.Oxy. 41 2979
Not analysed yet
Ἀφύγχις Ἄπειτι χαίρειν καὶ ὑγιαίνειν. ἐπεὶ Ὧρος υἱός μου καταβὰς ἀπὸ τῆς πόλεως ἔλεγέν μοι ὅτι ἔλεγες αὐτῷ μνησθῆναί μοι περὶ ἧς ἔχεις ξυλαμῆς πᾶσαν δοῦναί μοι ἐν τῷ ἔτει, ἐὰν οὖν εὐκαιρῇς καταβῆναι καὶ μισθῶσαί μοι ἤτε σὺ ἢ τὸ παιδίον σου διὰ τὸ ἐμὲ περὶ τὰ κτήνη στρέφεσθαι καὶ μὴ σχολάζειν. μὴ οὖν ἄλλως ποιήσῃς ἐπεὶ καὶ ἄλλοι παράκεινταί μοι, κατʼ ἐκλογὴν δὲ σὲ αἱρετίζομαι. βουλευσάμενος οὖν περὶ τούτου τὴν ταχίστην ἀντιφώνησόν μοι ἵνα μὴ ἐκπέσω. καὶ σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους κη Καίσαρος Φαῶφι …Ἄπειτι