Ancient Greek
P.Oxy. 41 2980
Documentary Papyri, P.Oxy. 41 2980
Not analysed yet
Θέων Ἀμμωνίωι τῶι ἀδελφῶι χαίρειν. πολλαὶ ἡμέραι σου ἐπιστόλια οὐκ ἔλαβον καὶ διὰ τί ἐρωτῶ σε δηλῶσαί μοι. ὅτι μὲν γὰρ αὐτός σοι ἀνελλιπῶς γράφω, τοῦτο καὶ πέπεισαι. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν σὺν τοῖς ἀδελφοῖς καὶ γράφειν μοι περὶ ὧν βούλει ἡδέως ποιήσοντι. ἔρρωσο ἄδελφε ἥδιστε. εἰς τὰ Θέωνος Ἀπολλω τραπεζίτου Ἀμμωνίωι ἀδελφῶι