Ancient Greek
P.Oxy. 41 2981
Documentary Papyri, P.Oxy. 41 2981
Not analysed yet
Πόπλιος Ἀπολλωνίῳ τῶι ἀδελφῶι χαίρειν. γίγνωσκειν σε θέλω ὅτι παραγενόμενος ἐν τῇ Δίωνος ἐζήτησα τοὺς περὶ Μακρεῖνον καὶ οὐχ εὗρον αὐτούς. ὕστερον γενόμενος ἐν τῇ Χαιρήου εὗρον τὸν Μακρεῖνον νοσοῦντα καὶ ἐτάξατο ὅτι ἐὰν ἀναλάβω ἐμαυτὸν εὐθέως ἐλεύσομαί σοι εἰς Ἀλεξάνδρειαν μετὰ τῶν ἀνθρώπων τῶν ἀπὸ Πακέρκη. ἔφην δὲ αὐτῷ ὅτι ἐάν μοι παραδῷς μοι τοὺς ἀνθρώπους φιλανθρωπηθήσῃ· καλῶς οὖν ποιήσεις, ἄδελφε, τὰ περὶ τὴν ἐπίκρισιν ἀπάρτισον. μὴ ἐπιλάθῃ τὸ μέρος τοῦ ἐργαστηρίου. καὶ Ἐπίμαχος ἀπογραψάσθω τὸ μέρος τοῦ καμηλῶνος ὃν κατέλειψε αὐτῷ ὁ πατὴρ αὐτοῦ Πλουτίων. ἄσπασαι Ὡρίωνα καὶ Τασσευοῦν καὶ Ἀμμώνιον καὶ Ἑλένην καὶ Ἀπολλώνιον καὶ τὰ ἀβάσκαντά σου παιδία. ἀσπάζεταί σε Ἰσίδωρος καὶ Ὡρίωνα καὶ Ἀμμώνιον καὶ Διογένην. καὶ μέλει μοι περὶ τῶν ἀνθρώπων καὶ συνέβαλον αὐτοῖς σὺν τῷ πατρί μου Ποπλίῳ. ἄσπασαι τὰ ἀβάσκαντά σου παιδία. ἐρρῶσθαί σε εὔχομαι Φαῶφι λ Ἀπολλωνίωι παρὰ Ποπλίου ξυλεμ