Ancient Greek
P.Oxy. 41 2983
Documentary Papyri, P.Oxy. 41 2983
Not analysed yet
Ἅρπαλος Ἡρᾶτι τῶι ἀδελφῷ χαίρειν. ἔγραψα …διὰ Ἡρακλείδου …τα τῆς οἰκονομίας σου· συνέδησα ἐπιστολήν μου καὶ ἄλλην τοῦ ἐνθάδε νομικοῦ πρὸς τὸν παρὰ σοὶ νομικόν. ἐκομισάμην παρὰ Ἀμμωνίου τὰ πεμφθέντα μοι. ἔπεμψα δέ σοι διʼ αὐτοῦ κνίδιν γάρου χρηστοῦ, λαβόντος παρʼ ἐμοῦ εἰς λόγον ναύλου καὶ φορέτρου δραχμὰς ϛ. τὸ ἐπιστόλιον τὸ τῆς ἐπιθήκης τὸ διαπεμφθέν σοι ἀπʼ Ἀλεξανδρείας διὰ ἀσφαλοῦς μοι πέμψον. ἐκομισάμην παρὰ Ἡρακλείδου σπάθιον οἴνου. καὶ μὴ βαροῦ. οὗτινος γὰρ ἐὰν χρείαν σχῶ, γράψω σοι. ἐγράφη μοι ἀπὸ Ὀάσεως ὑπὸ Λεωνίδου ὡς τοῦ φίλου μεταβαλόντος αὐτῷ τὴν τιμὴν τῶν δερμάτων. ἐξέτασον παρὰ σοὶ πόσον αὐτῷ μετεβάλετο εἰς τὸν λόγον μου. καὶ ἐρεῖς Πατρ… τι ὅτι Ἡρακλείδης οὐδέν μοι ὀφείλει ἀπὸ λόγου τῆς μεγάλης Ὀάσεως καὶ οὐκ ἐχρῆν τὸν κάμηλον κατασχεῖν. ἐγὼ γὰρ μιμούμενος ἐμαυτὸν μέχρι τούτου οὐδὲν ἔπραξα, καὶ μέχρι τούτου ἤτω. τὰς γὰρ δραχμὰς Α, ἃς μετεβάλετο ὁ Ἡρακλείδης τοῖς αὑτοῦ ἐν τῇ μεγάλῃ Ὀάσι, ταύτας ἔσχεν ἐν τῷ Ὀξυρυγχείτῃ καὶ ἐμοὶ μετεβάλετο ἐν τῷ αὐτῷ Ὀξυρυγχείτῃ ὀφειλομένας μοι ὑπʼ αὐτοῦ. εἰκῇ οὖν κατεῖχον τὸν κάμηλον. πάντα μεταδώσεις αὐτῷ. περὶ ὧν βούλει, ἀνόκνως μοι γράφε. ἐρρῶσθαί σε εὔχομαι Ἡρᾶτι παρὰ Ἁρπάλου τοῦ ἀδελφοῦ.