Ancient Greek
P.Oxy. 41 2984
Documentary Papyri, P.Oxy. 41 2984
Not analysed yet
Ἅρπαλος Ἡρᾶτι τῶι ἀδελφῷ χαίρειν. ἀσπάζομαί σε καὶ τοὺς σοὺς πάντας καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῶι κυρίῳ Σαράπιδι. συνεχῶς μοι γράφε διὰ τῶν ἐρχομένων πρὸς ἐμὲ περὶ ὧν ἐὰν χρείαν ἔχῃς τῶν ἐνθάδε. μνήσθητι πέμψαι μοι διʼ ἀσφαλοῦς τὴν ἐπιστολὴν Εὐαγγέλου. ἐρρῶσθαί σε εὔχομαι.