Ancient Greek
P.Oxy. 41 2986
Documentary Papyri, P.Oxy. 41 2986
Not analysed yet
παρὰ Χαιρήμονος χαίροις κύριέ μου Θέων. μάθε ὅτι ἐξεζήτησα ὅλην τὴν Σεντὼ καὶ οὐχ εὗρον παρά τινος ἐν τῇ Σεντὼ μούια δ δραχμῶν κδ, καὶ ἦρκα μούια β δραχμῶν κ ταῖς βουσὶ τῆς Σεντώ. οὐδὲ γὰρ χορτοπάτημα ἔχουσι οὐδὲ ἄχυρον ἐν τῇ Σεντώ, οὐδὲ ἐν τῇ Θώλθει χορτοπάτημα ἔνει. ὁ υἱὸς τοῦ Ὡρειγένους ἐξῆλθεν καὶ ἐμεμψάμην αὐτὸν ὅτι ὀργίζεται εἰς ὑμᾶς ὁ εὐσχήμων. προετρεψάμην οὖν αὐτοὺς δοῦναι ἡμῖν μούια ιε ἐκ δραχμῶν ιζ ὀβολοῦ. πέμψον μοι οὖν εἰς τὰ ἀναλώματα κερμάτιον καὶ κριθὴν εἰς τὴν κατασποράν. ἐρρῶσθαί σε εὔχομαι, κύριε …