Ancient Greek
P.Oxy. 41 2985
Documentary Papyri, P.Oxy. 41 2985
Not analysed yet
…παρὰ Θέωνος χαῖρε Χαιρήμων. ἐὰν μάθῃς ὅτι χρείαν ἔχεις χορτοπατήματος εἰς τὴν Θῶλθιν μετένεγκον τὸ τοῦ Ἑκυσίου ἐκεῖ. ἀλλὰ πολὺ ἄχυρον παραμιγήτω ἵνα μὴ ταχέως ἀναλωθῇ· ὅταν γὰρ τὰ τοῦ πωμαρίου οἰνάρια πραθῇ, τότε δύνασαι χορτοπάτημα ἐκεῖ ἀγοράσαι. τάχα γὰρ εὔωνον ἔσται τοῦ ὕδατος προσβαίνοντος. μὴ ἀμελήσῃς τῆς μεταφορᾶς τοῦ ἀχύρου τῆς Θώλθεως. ἄρτι δὲ μισθὸν μὴ δίδου κτῆσι χάριν κόπρου ἄχρι τῆς ἀναβάσεως. ἵνα μὴ μισθὸν διδῷς. ἔρρωσο. ἀνάπεμψον εἰς διαταγὴν οἴνου κεράμια ϛ ἐκ τοῦ πωμαρίου διὰ τῆς ὄνου Κοπρέως, ἀλλὰ ἤδη, καὶ ἑνὸς τῶν υἱῶν αὐτοῦ.