Ancient Greek
P.Oxy. 41 2997
Documentary Papyri, P.Oxy. 41 2997
Not analysed yet
Αὐρηλίῳ Ἀνουβίωνι στρατηγῷ Ὀξυρυγχείτου παρὰ Ὡρίωνος Σερήνου ἀπʼ Ὀξυρύγχων πόλεως φροντιστοῦ Κλαυδίας Ἰσιδώρας τῆς καὶ Ἀπίας καὶ ὡς χρηματίζει. περὶ Πεεννὼ πλησίον ὄντος Τόκα κώμης νυκτὶ τῇ προδιελθούσῃ βοῆς γενομένης πρὸς ἣν εὐθέως ἐκπηδήσας σὺν τοῖς τῆς Τόκα δημοσίοις καὶ ἐκεῖσε γενόμενοι εὕρομεν τῆς μηχανῆς τοὺς ἐργάτας ἀπὸ πυρὸς ἀδικηθέντας τέλεον καὶ βοηθήσαντες κατεσβέσαμεν τὸ πῦρ. ὅθεν ἐπιδίδωμι τὸ βιβλίδιον ἀξιῶν εἶναι αὐτὸ ἐν καταχωρισμῷ μὴ ἄρα τι ὕστερον ἀναφανῇ. ἔτους κβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, Ἐπεὶφ ιη. Ὡρίων Σερήνου ἐπιδέδωκα.