Ancient Greek
P.Oxy. 41 2998
Documentary Papyri, P.Oxy. 41 2998
Not analysed yet
Αὐρήλιος Ζωίλος Θέωνος γυμνασίαρχος βουλευτὴς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως καὶ ὡς χρηματίζω Αὐρηλίῳ Κοπρῇ Παστόιτος μητρὸς Ἑλένης ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. πέπρακά σοι κάμηλόν μου ἄρσενα μελανόχροον, ἔχοντα χαρακτῆρα ἐπὶ τοῦ δεξιοῦ μέρους τοῦ τραχήλου ισι καὶ εἰς τὸ χελύνιν ζ, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστοῦ νομίσματος ταλάντων δύο ,ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους. τὸν δʼ αὐτὸν κάμηλον ἐντεῦθεν παρείληφας παρʼ ἐμοῦ ἐν τῇ αὐτῇ πόλει, τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀνεπίλημπτον …