Ancient Greek
P.Oxy. 42 3060
Documentary Papyri, P.Oxy. 42 3060
Not analysed yet
Πτολεμᾶς Ὡρεῖτι τῷ ἀδελφῷ χαίρειν. ἐκομισάμην ἐφίππια παρὰ Σαραπᾶτος καὶ σύνθεσιν σπανὴν ἡμιτριβῆ τεθεραπευμένην καὶ ἐπικάρσιον ὁμοίως ἡμιτριβῆ καὶ τῷ παιδί μου κούκκολον πορφυροῦν ἄγναφον καὶ ἄλλο χιτώνιον ζμαράγδινον πάντα ἐν εἰλήματι καινῷ λεντίῳ καὶ κανίσκιον ὑελοῦν καὶ κεράμιον ταριχίων καὶ κράβαττον καὶ κασσιτέρινα ἀγγεῖα τρία ἐν σαλωδίῳ …α γυναικεῖα δ χιτώνιον λευκὸν παιδικὸν καὶ κάμπτραν καὶ ῥάβδον. οὐκ ἐκομισάμην τὴν μνᾶν τοῦ ἐριδίου τοῦ λωτίνου. πέμψον Τρυφωνᾶτι τὴν συρίαν ἐπεὶ αὐτός με ὑπηρετεῖ. ὑποτέθειμαι τὰ ἱμάτια τὰ λευκὰ ἕνεκα τιμῆς σίτου ἵνα φάγωμεν. ἐρρῶσθαί σε εὔχομαι. κέχρημαι παρὰ Τρυφωνᾶτος δραχμὰς ὀκτώ . ἀπόδος Ὡρεῖτι ἀπὸ Πτολεμᾶτος ἀδελφῆς …