Ancient Greek
P.Oxy. 42 3061
Documentary Papyri, P.Oxy. 42 3061
Not analysed yet
Ἡρακλᾶς Ἀρχελάωι τῶι υἱῶι χαίρειν. κόμισαι διὰ Πασηέους τὸ δελφάκιον καὶ ψιαθ… βαυκαλίῳ μόσχεια κρέα ε καὶ ἡψημένα ἐν χάρτῃ ἀριθμῷ ϛ καὶ ἐν χειλώματι κριθῆς χοίνικας δ. καλῶς ποιήσεις πέμψας μοι ἐρημοφύλακα σὺν διπλώματι ἐπὶ Λαστᾶν Θώνιος ἀπὸ Τήεως, ἐπεὶ ὕβριν μοι οὐ μικρὰν παρέσχεν. ὅρα οὖν μὴ ἀμελήσῃς. οἶσθα γὰρ τὸ τῶν Αἰγυπτίων. ἐάν τινος ἄλλου χρήζῃς, γράφε. οὐκ ἔπεμψά σοι παλαιὸν κεράμιον μὴ ἀνάγκῃ περιστῶμεν ἐὰν ἐνθάδε σὺν τῶ ἐγλογιστῇ παραγε. ἔρρωσο. ἔγραψε Ἀπολλώνιος Πτολεμαίου περὶ τοῦ ἐκλογιστοῦ ἐὰν τι ᾖ δήλωσόν μοι. Ἀρχελάωι υἱῶι.