Ancient Greek
P.Oxy. 42 3062
Documentary Papyri, P.Oxy. 42 3062
Not analysed yet
Σαραπίων Ἀρχελάωι τῶι ἀδελφῷ χαίρειν. τὸν ἱστὸν τῶν ἐπικαρσίων εἰς Ζμεῖνα ἐκόμισα ὡς καταλαμβάνων ὑμᾶς, καὶ πάντως ἄν σοι πεπόμφειν, εἰ μὴ Ἑρμῆς μοι ἀπήγγειλε δεδωκέναι σοι ἕτερα. οἱ σοὶ πάντες ἔρρωνται. εὔχομαί σε ἐρρῶσθαι, ἄδελφε. Ἀπολλώνιος ὁ συνγρ Θέωνος εἰσαγωγέως πολλά σε ἀσπάζομαι. Ἀρχελάωι γραμματεῖ Θέωνος στρατηγοῦ Πανοπολίτου.