Ancient Greek
P.Oxy. 42 3066
Documentary Papyri, P.Oxy. 42 3066
Not analysed yet
Ἀπολλώνιος Σαραπάμμωνι χαίρειν. ἔπεμψά σοι σάκκον ἵνα λάβῇς παρὰ τοῦ Παμέμφιος σησάμου ἀρτάβας δύο καὶ ἀναπέμψῃς διὰ Ἀχιλλέως ἢ ἔχῃς παρὰ σοὶ ε…λθ… ἕως ἂν ἐρχόμενος μ…αν τοῦ ἀχύρου καὶ ἀπέμεινας ἀλόγως, καίτοι βουλομένου μου εἰπεῖν σοι τὴν διαταγὴν τῆς κατασπορᾶς καὶ θρυοκοπίας τ…ν ἐπὶ τουτωι…ωι καὶ ὅπως καῇ ἡ δεῖσα. δήλωσον οὖν μοι εἰ μὴ ἑτοίμως ἔχει ὁ Μῶρος ἀνελθεῖν καὶ εἰ εὗρες παρὰ σοί. ἐργαζέσθω μετὰ Μέλανος τοῦ τέκτονος Πολυδεύκης ὁ μικρὸς καὶ μὴ αὐτοῦ ἀποστάτω· ἑτοιμασθήτωσαν οὖν αἱ μηχαναί, ἵνα μὴ ἀνέτοιμοι ὤμεθα μετὰ τὴν τοῦ Νείλου επι… τλείσθω τὰ κτήματα. ἔρρωσο. Σαραπάμμωνι παρὰ Ἀπολλωνίου.