Ancient Greek
P.Oxy. 42 3067
Documentary Papyri, P.Oxy. 42 3067
Not analysed yet
Ἀχιλλίων Ἱερακαπόλλωνι τῷ ἀδελφῷ χαίρειν. μέλλων μεταπέμπεσθαι τὴν ἀδελφὴν ἀναγκαίως διὰ τῶν εἰς τοῦτο ὑπʼ ἐμοῦ διαπεμφθέντων γράφω πρῶτον μὲν ἀσπαζόμενός σε καὶ τὴν ἀδελφήν μου καὶ τὸν υἱὸν ἡμῶν Διονύσιον ἔπειτα προτρεπόμενος γράφειν μοι περί τε τῆς σωτηρίας σου καὶ ὧν ἐντεῦθεν χρήζεις. τοῦτο γὰρ ποιήσας ἔσει μοι χαρισάμενος. δόξομεν γὰρ διὰ τῶν γραμμάτων ἀλλήλους ὁρᾶν. ἐρρῶσθαί σε εὔχομαι. Ἱερακαπόλλωνι ἀδελφῶι παρὰ Ἀχιλλίωνος στρατηγοῦ Μαρμαρικῆς.