Ancient Greek
P.Oxy. 42 3082
Documentary Papyri, P.Oxy. 42 3082
Not analysed yet
Ἄγαθος Φανίᾳ τῶι ἀδελφῷ πλεῖστα χαίρειν. καλῶς μὲν ἐποίησας δηλώσας μοι περὶ τῆς μητρός, κρεῖττον δὲ ποιήσεις ἐπιστὰς ἔστʼ ἂν μὴ ἐπὶ πλέον ἐνοχληθῇ· ἔγραψα δὲ περὶ τούτου τῷ ἡγουμένῳ. καὶ αὐτὸς δὲ ἀνελθεῖν βουλόμενος οὐ δεδύνημαι μόνος ἐν τῇ ἐμβολῇ ὤν. ἐρρῶσθαί σε εὔχομαι. Φανίᾳ …γρ παρὰ Ἀγάθου ἀδελφοῦ.