Ancient Greek
P.Oxy. 42 3083
Documentary Papyri, P.Oxy. 42 3083
Not analysed yet
Αὐρήλιος Σαραπιακὸς Διοσκόρῳ τῷ τιμιωτάτῳ χαίρειν. ἴσθι ἡμᾶς μόνας ὀφείλοντας Καλπουρνίῳ ἀρτάβας λδ καὶ τὰς λοιπὰς ἀπὸ τῶν τοῦ ἀδελφοῦ. ἐὰν οὖν ἐπείγηται μετρηθήτωσαν αὐτῷ αἱ ἀρτάβαι λδ. καὶ οὐκ ἐγένου εἰς τὸν βορρᾶ ἕνεκεν τῶν φυλάκων οὔτε ἀφεῖκας τὸν γέροντα ἐνέγκαι· ἐξαυτῆς οὖν ἢ πέμψον ἢ σὺ γενοῦ ἐκεῖ καὶ ἔνεγκον αὐτοὺς. ἔρρωσθαί σε εὔχομαι.