Ancient Greek
P.Oxy. 43 3094
Documentary Papyri, P.Oxy. 43 3094
Not analysed yet
χαῖρε πολλά, Εὐτυχίδα, Σαραπᾶς καὶ Γαΐα ἀσπαζόμεθά σε καὶ τὸ προσκύνημά σου ποιοῦμεν καὶ τοῦ ἀδελφοῦ σου Ἡρακλείδου καὶ τῶν συνβίων ὑμῶν καὶ τῶν τέκνων παρὰ τῷ μεγάλῳ Σαράπιδι. γιγνώσκε ὅτι μετὰ τὴν ἄνομον ἀπόφασιν ἣν προήνεγκεν κατὰ Γαίας Ἀγρίππας, ἐνέτυχεν τῷ ἡγεμονεύσαντι Δάτῳ ἀξιοῦσα εἰς τροφὰς τὸν τόκον τῆς χάριτος αὐτῆς ἀπολαβεῖν καὶ ἐκέλευσεν αὐτὴν διὰ ὑπογραφῆς ἐντυχεῖν τῷ αὐτῷ Ἀγρίππᾳ. ἐνέτυχεν δὲ καὶ Ἀγρίππᾳ καὶ ἀνεδέξατο τὴν διάγνωσιν. ὕστερον δέ, τοῦ ὑπομνήματος προτεθέντος καὶ τοῦ εὐτυχοῦς ἡγεμόνος Ἰουλίου Βασιλιανοῦ εὐτυχῶς ἐπιβάντος τῇ πόλει, ἐνέτυχον αὐτῷ διὰ βιβλιδίων προτάξασα τὴν ὑπὸ Ἀγρίππα μεμφθεῖσαν διάταξιν καὶ ἀλλας καὶ ὅλον τὸ Ἡρακλείτου βιβλίδιον καὶ τὴν ὑπογραφὴν καὶ τὸ Ἀγρίππα ὑπόμνημα μεμψαμένη ὡς αὐτοῦ παρὰ τοὺς νόμους ἀποφηναμένου, μεμψαμένη δὲ καὶ τὸν ῥήτορα ἐφʼ οἷς οὐ παρέθετό μου δικαίοις καὶ ἀξιώσασα ἢ τὰ προσφωνηθέντα μοι ἀποδοθῆναι ἢ τὰ ἐμά. ἐκέλευσέν μοι διὰ ὑπογραφῆς τὸ ὑπόμνημα παραπεμψάμενος τοῖς νομίμοις μου χρήσασθαι. καὶ ἐπεὶ ἀμφίλοξος ἦν ἡ ὑπογραφὴ ἕτερον αὐτῷ ἔδωκα πάλιν πάντα τὰ προειρημένα ἐτα…α καὶ ἀξιώσασα εἰ τῇ τοῦ Ἡρακλείτου ὑπογραφῇ χρήσασθαί με θέλει. καὶ πάλιν ὑπέγραψεν συντιθέμενος αὐτῇ κελευούσῃ μοι τῇ τῶν νομίμων τάξει …ειν. διὸ γράφω σοι ἵνα καὶ σύ μοι συν… ἀσπάζεται ὑμᾶς Σαραπάμμων. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα. παρὰ Σαραπᾶ καὶ Γαίας δὸς Ἀμμωνίῳ θαλλοδοτοῦντι πρὸς τῷ νεῲ τοῦ θεοῦ καὶ δώσει αὐτῷ. Εὐτύχει θαλλοδοτοῦντι ὑπὸ τὸν πυλῶνα τοῦ Σαραπείου πρὸς τῇ μεγάλῃ εἰκόνι.