Ancient Greek
P.Oxy. 43 3095
Documentary Papyri, P.Oxy. 43 3095
Not analysed yet
ὁμολογοῦσι ἀλλήλοις Αὐρήλιοι Ἀπολλῶς Δωρᾶτος τοῦ Ἀπολλωνίου μητρὸς Ἀπολλωνίας καὶ Θέων ὁ καὶ Ἰουλιανὸς Διονυσίου μητρὸς Σινθώνιος, ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως, ὁ μὲν Ἀπολλῶς εἰσδοθεὶς ὑπὸ τοῦ τῆς ϛ φυλῆς β περιόδου ἀμφοδογραμματέως εἰς ἐπιστολαφορίαν συνηλλαχέναι τῷ Θέωνι τῷ καὶ Ἰουλιανῷ τὴν ἀντʼ αὐτοῦ χώραν ἀναπληρῶσαι ἔν τε διαπομπῇ μηνιαίων καὶ ἐπιστολῶν καὶ ἄλλων διαφερόντων τῇ αὐτῇ λειτουργίᾳ πρὸς τὸ ἀπαρενόχλητον εἶναι τὸν Ἀπολλώνιον· συνηλλαχέναι δὲ τῷ αὐτῷ τὴν δηλουμένην λειτουργίαν ἀπὸ α Μεχεὶρ τοῦ ἐνεστῶτος β ἔτους ἐπὶ τὸ πέρας τῆς λειτουργίας χρόνου λαμβάνων παρὰ τοῦ Ἀπολλωνίου κατὰ μῆνα ἕκαστον ὑπὲρ ὀψωνίου δραχμὰς τριάκοντα δύο ἐπὶ τῷ ταύτας λαμβάνειν τῇ μὲν δεκάδι ἑκάστου μηνὸς δραχμὰς δεκαὲξ καὶ τῇ τριακάδι ὁμοίως τὰς λοιπὰς δραχμὰς δεκαὲξ καὶ μὴ ἐξεῖναι μηδενὶ παραβαίνειν τι τῶν προκειμένων ἢ ὁ παραβαίνων ἐκτίσει ὑπὲρ ἐπιτίμου δραχμὰς …κύριον τὸ συνάλλαγμα δισσὸν γραφὲν πρὸς τὸ ἕκαστον μέρος ἔχειν μοναχόν …