Ancient Greek
P.Oxy. 43 3097
Documentary Papyri, P.Oxy. 43 3097
Not analysed yet
μητρο Παλώσεως Αὐρηλίῳ Ἁρποκρατίωνι στρατηγῷ Ὀξυρυγχίτου. Αὐρήλιος Ἐπίμαχος χρηματίζων μητρὸς ……τος ἀπʼ Ὀξυρύγχων πόλεως, εἰσδοθεὶς ὑπὸ τοῦ τῆς α φυλῆς γραμματέως τῆς δ περιόδου εἰς πρακτορείαν σιτικῶν μητροπολιτικῶν λημμάτων Παλώσεως τοῦ ἐνεστῶτος δ ἔτους, ὀμνύω τὴν Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην εὐθέως ἀντιλήμψεσθαι τῆς δηλουμένης χρείας καὶ ἐκτελέσειν ταύτην ἐμφανὴς ὢν ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὴν Αὐρήλιον Πετσεῖριν Διδύμου μητρὸς Θα… ριος ὅνπερ γνωρίζει Ἡράκλειος ὁ καὶ Σαραπίων Σαραπίωνος μη… θατη… ἀμφοτέρους παρόντας καὶ εὐδοκοῦντας. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Τῦβι …. …λημ …