Ancient Greek
P.Oxy. 43 3096
Documentary Papyri, P.Oxy. 43 3096
Not analysed yet
Αὐρηλίῳ Διονυσίῳ ἀμφοδογραμματεῖ ϛ φυλῆς γ περιόδου παρὰ Αὐρηλίου Διογένους τοῦ καὶ Παυσειρίωνος Διογένους τοῦ Ἀμόιτος μητρὸς Ταθωνᾶτος ἀπὸ Ὀξυρύγχων πόλεως. ἐπειδὴ ἔμαθον τὸν υἱόν μου Ἡρᾶν μητρὸς Ταύριος ὁμογνησίας ἀδελφῆς ἐν τῇ καταχωρισθείσῃ τῷ διελθόντι β ἔτει γραφῇ ἀφηλίκων ἐν τάξει τρεισκαιδεκαετῶν κατὰ γραφικὴν πλάνην τετάχθαι Ἡρᾶν Διογένους μητρὸς Ταυσείριος ὁμογνησίας ἀδελφῆς τοῦ πατρὸς δωδεκάδραχμον ἀπὸ γυμνασίου δέον Ἡρᾶν Διογένους τοῦ καὶ Παυσειρίωνος Διογένους μητρὸς Ταύριος ὁμογνησίας ἀδελφῆς τοῦ πατρός, διὸ ἐπιδίδωμι τὸ ἀξίωμα …προσγινόμενος εἰς ι…