Ancient Greek
P.Oxy. 43 3099 [i]
Documentary Papyri, P.Oxy. 43 3099dupl
Not analysed yet
…λαμπρᾶς. γεγονὼς ἤδη πρὸς τὸ ἐνεστὸς ε ἔτος ἐτῶν πεντήκοντα ὀκτὼ καὶ ἔχων κατὰ τὰ δοκιμασθέντα ὑπὸ τοῦ ἀξιολογωτάτου Πετρωνιανοῦ τὴν τῶν τρεφομένων ἡλικίαν δηλῶ ἐμαυτὸν ἀναγράφεσθαι ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου καὶ ἐπικεκρίσθαι τῇ πρὸς τὸ κδ ἔτος θεοῦ Σεουήρου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφῇ ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ ἐτῶν μη, ἧς ἐπικρίσεως τὸ ἀνῆκον μέρος ἐκλαβὼν ἐκ τῆς ἐπὶ τόπων δημοσίας βιβλιοθήκης ὑπέταξα καὶ ἀξιῶ ἐνταγῆναί με ἐν τοῖς μέλλουσι τρέφεσθαι. καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην εἶναί με τῶν προκειμένων ἐτῶν νη, μηδὲν δὲ διεψεῦσθαι. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Χοιάκ. ἔκλημψις ἐκ δημοσίας βιβλιοθήκης ἐκ πεδιακοῦ ἐπικρίσεως τῆς πρὸς τὸ κδ ἔτος θεοῦ Σεουήρου ……ἤδη πρὸς τὸ ἐνεστὸς ε ἔτος ἐτῶν πεντήκοντα ὀκτὼ καὶ ἔχων κατὰ τὰ δοκιμασθέντα ὑπὸ τοῦ ἀξιολογωτάτου Πετρωνιανοῦ τὴν τῶν τρεφομένων ἡλικίαν δηλῶ ἐμαυτὸν ἀναγράφεσθαι ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου καὶ ἐπικεκρίσθαι τῇ πρὸς τὸ κδ ἔτος θεοῦ Σεουήρου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφῇ ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ ἐτῶν μη, ἧς ἐπικρίσεως τὸ ἀνῆκον μέρος ἐκλαβὼν ἐκ τῆς ἐπὶ τόπων δημοσίας βιβλιοθήκης ὑπέταξα καὶ ἀξιῶ ἐνταγῆναί με ἐν τοῖς μέλλουσι τρέφεσθαι καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην εἶναί με τῶν προκειμένων ἐτῶν νη, μηδὲν δὲ διεψεῦσθαι. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Χοιάκ. ἔκλημψις ἐκ δημοσίας βιβλιοθήκης ἐκ πεδιακοῦ ἐπικρίσεως τῆς πρὸς τὸ κδ ἔτος θεοῦ Σεουήρου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφῆς ἀμφόδου Δρόμου Γυμνασίου τάξεως …