Ancient Greek
P.Oxy. 43 3100
Documentary Papyri, P.Oxy. 43 3100
Not analysed yet
…παρὰ Αὐρηλίου Θέωνος Διδύμου τοῦ Κτήσωνος μητρὸς Σαραεῦτος ἀπʼ Ὀξυρύγχων πόλεως τῆς …ης καὶ λαμπρᾶς. γεγονὼς ἤδη πρὸς τὸ ἐνεστὸς ε ἔτος ἐτῶν νγ δηλῶ ἐμαυτὸν ἀναγεγράφθαι ἐπʼ ἀμφόδου Δεκάτης, ὧν ἐπικρίσεως τὸ ἀνῆκον μέρος ἐκλαβὼν ἐκ τῆς ἐπὶ τόπων δημοσίας βιβλιοθήκης ἐπιδίδωμι τὸ ὑπόμνημα πρὸς τὸ καὶ ἐμὲ ἐνταγῆναι ἐν τοῖς προσγεινομένοις ἐν τῇ διανομῇ ἀκολούθως τοῖς περὶ τούτου γραφεῖσει. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Χοιὰκ κζ. ἔστι δέ. ἔκλημψις ἐκ δημοσίας βιβλιοθήκης ἐκ πεδιακοῦ ἐπικρίσεως τῆς μὲν πρὸς τὸ ι ἔτος τάξεως στρατηγοῦ πρώτου τόμου κολλήματος η, Θέων Διδύμου τοῦ Κτήσωνος μητρὸς Σαραεῦτος Νείλου ἄτεχνος ἄσημος ἐτῶν κθ ἐπικριθεὶς ἐτῶν κθ ἄσημος, τῆς δὲ πρὸς τὸ κδ ἔτος τάξεως βασιλικοῦ α τόμου κολλήματος ε Θέων Διδύμου τοῦ Κτήσωνος μητρὸς Σαραεῦτος Νείλου ἐτῶν μγ …ἐπικριθεὶς ἐτῶν μγ Αὐρήλιος Θέων Διδύμου ἐπιδέδωκα. …Πτολεμαίου φίλου ν… …μον