Ancient Greek
P.Oxy. 43 3103
Documentary Papyri, P.Oxy. 43 3103
Not analysed yet
Αὐρηλίῳ Ἀντύλλῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίας Σαραπιάδος τῆς καὶ Ἡρακλείας καὶ Αὐρηλίας Τσεντούρβωνος καὶ Αὐρηλίας Τσενοσείρεως διὰ Αὐρηλίου Ἡρακλειανοῦ. ἀπογραφόμεθα κατὰ τὰ κελευσθέντα ὑπὸ Αὐρηλίου Τερψιλάου τοῦ γενομένου ἐπιτρόπου τῶν οὐσιακῶν ἡμᾶς ἐνγεγράφθαι κληρονόμους κατὰ διαθήκην Αὐρηλίου Μώρου ἀπελευθερικοῦ καὶ ἄξια εἶναι τὰ καταλειφθέντα ὑπʼ αὐτοῦ δραχμῶν ὀκτακοσίων καὶ ὀμνύομεν τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην μὴ ἐψεῦσθαι. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Παχών. Αὐρήλιος Ἡρακλιανὸς ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον.