Ancient Greek
P.Oxy. 43 3105
Documentary Papyri, P.Oxy. 43 3105
Not analysed yet
……παρεχώρησας …ἐστιν μὴ τῷ ταμείῳ ἡμῶν τὴν παραχώρησιν γενέσθαι ἀλλὰ τῷ εἰς τὴν λειτουργίαν ελ… …σε ὃς ἀναλαβών σου τὰ ὑπάρχοντα τὸ τίμημά σου τὸ πολιτικὸν παρέξει καὶ τὴν λειτουργίαν ἀποπληρώσει. τὸ γὰρ ταμεῖον ἡμῶν τῶν τοιούτων παραχωρήσεων οὐκ ἐφίεται. ἡ δὲ ἐπιτιμία σου ἐκ τούτου οὐδὲν βλαβήσεται οὐδὲ εἰς τὸ σῶμα ὑβρισθήσει. προετέθη ἐν Ἀλεξανδρείᾳ η ἔτους Μεχείρ. Αὐρηλίῳ Λεωνίδῃ στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Θώνιος Πτολεμαίου μητρὸς …ἀπὸ τῆς αὐτῆς πόλεως. ἐπεὶ Αὐρήλιος Ἡλιόδωρος ἀμφοδογραμματεὺς διʼ ἧς ἐπέδωκεν γραφῆς λειτουργῶν τῷ εἰσιόντι …ἔτει …τῇ διελθούσῃ ἡμέρᾳ ἀνέδωκέν με εἰς πρακτορείαν σιτικῶν Θμοισεφὼ τοπαρχίας Θώλθεως κατοίκων κατὰ τὸ παντελὲς μὴ δυνάμενον ἀντέχειν τῆς χρείας, ἐξίσταμαι ὧν ἐὰν εὑρίσκῃ μου καὶ ἀξιῶ ἐπιδιδούς σοι περὶ τούτου τάδε τὰ βιβλίδια οἷς προέταξα τὴν θείαν διάταξιν ἐπιστεῖλαι διʼ ἑνὸς τῶν περὶ σὲ ὑπηρετῶν τὸ ἴσον τῷ Αὐρηλίῳ Ἡλιοδώρῳ ἵνα κατὰ τὸν τῆς ἀναδόσεως κίνδυνον ἀκολούθως τοῖς ἀναντιρρήτοις διηγορευμένοις ἐπιγνῷ ὑπὲρ ἐμοῦ τῆς χρείας ἀντιλήμψασθαι διὰ τῶν ἡμετέρων ἃ ἐὰν σχῇ με…. ἔτους …Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου …